Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.35 Joseph. AJ 10.38 (English) >>Joseph. AJ 10.42

10.37διαδεξάμενος δὲ τὴν βασιλείαν παῖς αὐτοῦ Μανασσῆς ἐκ μητρὸς μὲν Ἐχίβας τοὔνομα πολίτιδος γεγονώς, ἀπέρρηξεν ἑαυτὸν τῶν τοῦ πατρὸς ἐπιτηδευμάτων καὶ τὴν ἐναντίαν ἐτράπετο πᾶν εἶδος πονηρίας ἐπιδειξάμενος ἐν τῷ τρόπῳ καὶ μηδὲν ἀσεβὲς παραλιπών, ἀλλὰ μιμούμενος τὰς τῶν Ἰσραηλιτῶν παρανομίας, οἳ εἰς τὸν θεὸν ἁμαρτόντες ἀπώλοντο· μιᾶναι δὲ καὶ τὸν ναὸν ἐτόλμησε τοῦ θεοῦ καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν. 10.38ἀπὸ γὰρ τῆς εἰς τὸν θεὸν καταφρονήσεως ὁρμώμενος πάντας τοὺς δικαίους τοὺς ἐν τοῖς Ἑβραίοις ἀπέκτεινεν, ἀλλʼ οὐδὲ τῶν προφητῶν ἔσχε φειδὼ καὶ τούτων δέ τινας καθʼ ἡμέραν ἀπέσφαζεν, ὥστε αἵματι ῥεῖσθαι τὰ Ἱεροσόλυμα. 10.39λαβὼν οὖν ὀργὴν ἐπὶ τούτοις θεὸς πέμπει προφήτας πρὸς τὸν βασιλέα καὶ τὸ πλῆθος, διʼ ὧν αὐτοῖς ἠπείλησε τὰς αὐτὰς συμφοράς, αἷς συνέβη περιπεσεῖν τοὺς ἀδελφοὺς αὐτῶν Ἰσραηλίτας εἰς αὐτὸν ἐξυβρίζοντας. οἱ δὲ τοῖς μὲν λόγοις οὐκ ἐπίστευον, παρʼ ὧν ἠδύναντο κερδῆσαι τὸ μηδενὸς πειραθῆναι κακοῦ, τοῖς δʼ ἔργοις ἔμαθον ἀληθῆ τὰ παρὰ τῶν προφητῶν. 10.40

Ὡς γὰρ τοῖς αὐτοῖς ἐπέμενον, πόλεμον ἐπʼ αὐτοὺς ἐκίνει παρά τε τοῦ τῶν Βαβυλωνίων καὶ Χαλδαίων βασιλέως, ὃς στρατιὰν πέμψας εἰς τὴν Ἰουδαίαν τήν τε χώραν αὐτῶν ἐλεηλάτησε καὶ τὸν βασιλέα Μανασσῆν δόλῳ ληφθέντα καὶ πρὸς αὐτὸν ἀχθέντα πρὸς ἣν ἠβούλετο τιμωρίαν εἶχεν ὑποχείριον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.35 Joseph. AJ 10.38 (English) >>Joseph. AJ 10.42

Powered by PhiloLogic